Σοφοκλή Αντιγόνη, στ.280-314

 

(Κρέων)

παῦσαι, πρὶν ὀργῆς καὶ μὲ μεστῶσαι λέγων,

μὴ φευρεθῇς ἄνους τε καὶ γέρων ἅμα.

λέγεις γὰρ οὐκ ἀνεκτὰ δαίμονας λέγων

πρόνοιαν ἴσχειν τοῦδε τοῦ νεκροῦ πέρι.

πότερον ὑπερτιμῶντες ὡς εὐεργέτην

ἔκρυπτον αὐτόν, ὅστις ἀμφικίονας          285

ναοὺς πυρώσων ἦλθε κἀναθήματα

καὶ γῆν ἐκείνων καὶ νόμους διασκεδῶν;

ἢ τοὺς κακοὺς τιμῶντας εἰσορᾷς θεούς;

οὔκ ἔστιν. ἀλλὰ ταῦτα καὶ πάλαι πόλεως

ἄνδρες μόλις φέροντες ἐρρόθουν ἐμοί,         290

κρυφῇ κάρα σείοντες, οὐδ' ὑπὸ ζυγῷ

λόφον δικαίως εἶχον, ὡς στέργειν ἐμέ.

ἐκ τῶνδε τούτους ἐξεπίσταμαι καλῶς

παρηγμένους μισθοῖσιν εἰργάσθαι τάδε.

οὐδὲν γὰρ ἀνθρώποισιν οἷον ἄργυρος          295

κακὸν νόμισμ' ἔβλαστε. τοῦτο καὶ πόλεις

πορθεῖ, τόδ' ἄνδρας ἐξανίστησιν δόμων:

τόδ' ἐκδιδάσκει καὶ παραλλάσσει φρένας

χρηστὰς πρὸς αἰσχρὰ πράγματ' ἵστασθαι βροτῶν:

πανουργίας δ' ἔδειξεν ἀνθρώποις ἔχειν          300

καὶ παντὸς ἔργου δυσσέβειαν εἰδέναι.

ὅσοι δὲ μισθαρνοῦντες ἤνυσαν τάδε,

χρόνῳ ποτ' ἐξέπραξαν ὡς δοῦναι δίκην.

ἀλλ' εἴπερ ἴσχει Ζεὺς ἔτ' ἐξ ἐμοῦ σέβας,

εὖ τοῦτ' ἐπίστας', ὅρκιος δέ σοι λέγω:          305

εἰ μὴ τὸν αὐτόχειρα τοῦδε τοῦ τάφου

εὑρόντες ἐκφανεῖτ' ἐς ὀφθαλμοὺς ἐμούς,

οὐχ ὑμὶν αιδης μοῦνος ἀρκέσει, πρὶν ἂν

ζῶντες κρεμαστοὶ τήνδε δηλώσηθ' ὕβριν,

ἵν' εἰδότες τὸ κέρδος ἔνθεν οἰστέον          310

τὸ λοιπὸν ἁρπάζητε, καὶ μάθηθ' ὅτι

οὐκ ἐξ ἅπαντος δεῖ τὸ κερδαίνειν φιλεῖν.

ἐκ τῶν γὰρ αἰσχρῶν λημμάτων τοὺς πλείονας

ἀτωμένους ἴδοις ἂν ἢ σεσωσμένους.