Θεοποίηση Αλεξάνδρου

ἄρξαι δὲ τοῦ λόγου Ἀνάξαρχον͵ ὡς πολὺ δικαιότερον ἂν θεὸν νομιζόμενον Ἀλέξανδρον Διονύσου τε καὶ Ἡρακλέους͵ μὴ ὅτι τῶν ἔργων ἕνεκα ὅσα καὶ ἡλίκα καταπέπρακται Ἀλεξάνδρῳ͵ ἀλλὰ καὶ ὅτι Διόνυσος μὲν Θηβαῖος ἦν͵ οὐδέν τι προσήκων Μακεδόσι͵ καὶ Ἡρακλῆς Ἀργεῖος͵ οὐδὲ οὗτος προσήκων ὅτι μὴ κατὰ γένος τὸ Ἀλεξάνδρου· Ἡρακλείδην γὰρ εἶναι Ἀλέξανδρον· Μακεδόνας δὲ ἂν τὸν σφῶν βασιλέα δικαιότερον θείαις τιμαῖς κοσμοῦντας.
(Αρριανός Αλεξάνδρου ανάβασις 4.10.6-7)