Ερατοσθένης, Καταστερισμοί 24 = Τα 113

διὰ δὲ τὴν γυναῖκα εἰς Ἅιδου καταβὰς καὶ ἰδὼν τὰ ἐκεῖ οἷα ἦν τὸν μὲν Διόνυσον οὐκ ἐτίμα͵ ὑφ΄ οὗ ἦν δεδοξασμένος͵ τὸν δὲ ῞Ηλιον μέγιστον τῶν θεῶν ἐνόμισεν͵ ὃν καὶ Ἀπόλλωνα προσηγόρευσεν· ἐπεγειρόμενός τε τὴν νύκτα κατὰ τὴν ἑωθινὴν ἐπὶ τὸ ὄρος τὸ καλούμενον Πάγγαιον ἀνιὼν προσέμενε τὰς ἀνατολάς͵ ἵνα ἴδῃ τὸν ῞Ηλιον πρῶτον· ὅθεν ὁ Διόνυσος ὀργισθεὶς αὐτῷ ἔπεμψε τὰς Βασσαρίδας͵ ὥς φησιν Αἰσχύλος ὁ τῶν τραγῳδιῶν ποιητής· αἳ διέσπασαν αὐτὸν καὶ τὰ μέλη ἔρριψανχωρὶς ἕκαστον· αἱ δὲ Μοῦσαι συναγαγοῦσαι ἔθαψαν ἐπὶ τοῖς καλουμένοις Λειβήθροις.