Κόνων

Τελευτᾷ δὲ διασπασαμένων αὐτὸν τῶν Θρᾳκίων καὶ Μακεδόνων γυναικῶν͵ ὅτι οὐ μετεδίδου αὐταῖς τῶν ὀργίων͵ τάχα μὲν καὶ κατ΄ ἄλλας προφάσεις. Φασὶ δ΄ οὖν αὐτὸν δυστυχήσαντα περὶ γυναῖκα πᾶν ἐχθῆραι τὸ γένος. Ἐφοίτα μὲν οὖν τακταῖς ἡμέραις ὡπλισμένων πλῆθος Θρᾳκῶν καὶ Μακεδόνων ἐν Λιβήθροις͵ εἰς οἴκημα ἓν συνερχόμενον μέγα τε καὶ πρὸς τελετὰς εὖ πεποιημένον. Ὁπότε δ΄ ὀργιάζειν εἰσίασι͵ πρὸ τῶν πυλῶν ἀπετίθεσαν τὰ ὅπλα. Ὃ αἱ γυναῖκες ἐπιτηρήσασαι καὶ τὰ ὅπλα ἁρπασάμεναι͵ ὑπ΄ ὀργῆς τῆς διὰ τὴν ἀτιμίαν τούς τε προσπίπτοντας κατειργάσαντο͵ καὶ 186.140b τὸν Ὀρφέα κατὰ μέλη ἔρριψαν εἰς τὴν θάλασσαν σποράδην. Λοιμῷ δὲ τῆς χώρας͵ ὅτι μὴ ἀπῃτήθησαν δίκην αἱ γυναῖκες͵ κακουμένης͵ δεόμενοι λωφῆσαι τὸ δεινόν͵ ἔλαβον χρησμὸν τὴν κεφαλὴν τὴν Ὀρφέως ἢν ἀνευρόντες θάψωσι͵ τυχεῖν ἀπαλλαγῆς. Καὶ μόλις αὐτὴν περὶ τὰς ἐκβολὰς τοῦ Μέλητος δι΄ ἁλιέως ἀνεῦρον ποταμοῦ͵ καὶ τότε ᾄδουσαν καὶ μηδὲν παθοῦσαν ὑπὸ τῆς θαλάσσης͵ μηδέ τι ἄλλο τῶν ὅσα κῆρες ἀνθρώπιναι νεκρῶν αἴσχη φέρουσιν͵ ἀλλ΄ ἐπακμάζουσαν αὐτὴν καὶ ζωϊκῷ καὶ τότε αἵματι μετὰ πολὺν χρόνον ἐπανθοῦσαν. Λαβόντες οὖν ὑπὸ σήματι μεγάλῳ θάπτουσι͵ τέμενος αὐτῷ περιείρξαντες͵ ὃ τέως μὲν ἡρῷον ἦν͵ ὕστερον δ΄ ἐξενίκησεν ἱερὸν εἶναι· θυσίαις τε γὰρ καὶ ὅσοις ἄλλοις θεοὶ τιμῶνται γεραίρεται· ἔστι δὲ γυναιξὶ παντελῶς ἄβατον.  (FgrHist 26 F 1, 45 (=T 115)