Ψευδο-Πλούταρχος, De fluviis 11.1.1

Στρυμὼν ποταμός ἐστι τῆς Θρᾴκης κατὰ πόλιν Ἠδωνίδα· προσηγορεύετο δὲ πρότερον Παλαιστῖνος ἀπὸ Παλαιστίνου τοῦ Ποσειδῶνος. Οὗτος γὰρ πρὸς τοὺς ἀστυγείτονας ἔχων πόλεμον καὶ εἰς ἀσθένειαν ἐμπεσὼν τὸν υἱὸν Ἁλιάκμονα στρατηγὸν ἔπεμψεν· ὁ δὲ προπετέστερον μαχόμενος ἀνῃρέθη. Περὶ δὲ τῶν συμβεβηκότων ἀκούσας Παλαιστῖνος καὶ λαθὼν τοὺς δορυφόρους͵ διὰ λύπης ὑπερβολὴν ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Κόνοζον͵ ὃς ἀπ΄ αὐτοῦ Παλαιστῖνος ὠνομάσθη. Στρυμὼν δὲ͵ Ἄρεως παῖς καὶ Ἡλίκης͵ ἀκούσας περὶ τῆς Ρήσου τελευτῆς καὶ ἀθυμίᾳ συσχεθεὶς ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Παλαιστῖνον͵ ὃς ἀπ΄ αὐτοῦ Στρυμὼν μετωνομάσθη.