Σαβάζιος

Σαβαζίων γοῦν μυστηρίων σύμβολον τοῖς μυουμένοις ὁ διὰ κόλπου θεός· δράκων δέ ἐστιν οὗτος͵ διελκόμενος τοῦ κόλπου τῶν τελουμένων […]
(Κλήμης Αλ., Προτρ. 2.16.2.1-3 και Ευσ., Προπ. Ευαγγ. 2.3.20.2)

ἐν δὲ ταῖς ἡμέραις τοὺς καλοὺς θιάσους ἄγων διὰ τῶν ὁδῶν͵ τοὺς ἐστεφανωμένους τῷ μαράθῳ καὶ τῇ λεύκῃ͵ τοὺς ὄφεις τοὺς παρείας θλίβων καὶ ὑπὲρ τῆς κεφαλῆς αἰωρῶν͵ καὶ βοῶν 3εὐοῖ σαβοῖ͵3 καὶ ἐπορχούμενος 3ὑῆς ἄττης ἄττης ὑῆς͵ ἔξαρχος καὶ προηγεμὼν καὶ κιττοφόρος καὶ λικνοφόρος καὶ τοιαῦθ΄ ὑπὸ τῶν γρᾳδίων προσαγορευόμενος͵
(Δημ., π. Στεφ. 260.2-8)