Σειρά διαδοχής του μακεδονικού βασιλικού οίκου

Ὁ περὶ τῆς βασιλείας Μακεδόνων λόγος διὰ τὴν ἀρετὴν Ἀλεξάνδρου καὶ Φιλίππου τοῦ πατρὸς αὐτοῦ τοῖς φιλομαθέσι περὶ ταῦτα σπουδάζουσιν ἀναγκαῖος πέφυκε. Προκείσθω γοῦν κεφαλαιωδῶς ὑπὸ μίαν σύνοψιν ἀρχόμενος ἀπὸ Καράνου τοῦ πρώτου βασιλέως Μακεδόνων ἕως Ἀλεξάνδρου. Τὸ μὲν οὖν πρῶτον γένος τοῖς βασιλεῦσι τῶν Μακεδόνων εἰς Ἡρακλέα ἀναφέρεται. Μετὰ γὰρ τὴν ἅλωσιν Τροίας ἔτεσιν π Ἡρακλεῖδαι κατέσχον τὴν Πελοπόννησον͵ ἐξ ὧν αἱ τῶν Κορινθίων καὶ Λακεδαιμονίων βασιλεῖαι πρῶται συνέστησαν. Χρόνοις δὲ ὕστερον περὶ τὰ τέλη τούτων ἡ τῶν Μακεδόνων ἤρξατο βασιλεία οὕτως. Κάρανος ὁ Ἀργεῖος ἀδελφὸς ὢν Φείδωνος͵ ἑνὸς τῶν ἀφ΄ Ἡρακλέους καταγόντων τὸ γένος καὶ τῆς Ἀργείας      βασιλεύοντος͵ σπουδάζων ἑαυτῷ χώραν κατακτήσασθαι δύναμιν ἤθροισε παρὰ τοῦ ἀδελφοῦ καὶ ἐκ τῆς ὅλης Πελοποννήσου͵ μεθ΄ ὧν τοῖς ὑπὲρ Μακεδονίαν τόποις ἐπιστρατεύσας͵ συμμαχήσας ἅμα καί τινι τῶν Ὀρεστῶν λεγομένων δυνάστῃ περὶ τὴν χώραν κατὰ τῶν πλησιοχώρων βαρβάρων͵ τὴν ἡμίσειαν ἔλαβε χώραν καὶ πόλιν ἤγειρε κατὰ χρησμὸν καὶ βασιλείαν ἐν αὐτῇ συνεστήσατο͵ ἣν οἱ κατὰ γένος ἐξ αὐτοῦ καὶ μετ΄ αὐτὸν διεδέχοντο. Οὗτος ὁ Κάρανος ἀπὸ μὲν Ἡρακλέους ια ἦν͵ ἀπὸ δὲ Τημένου τοῦ μετὰ τῶν ἄλλων Ἡρακλειδῶν κατελθόντος εἰς Πελοπόννησον ἕβδομος. Γενεαλογοῦσι δ΄ αὐτὸν οὕτως͵ ὥς φησιν ὁ Διόδωρος͵ οἱ πολλοὶ τῶν συγγραφέων͵ ὧν εἷς καὶ Θεόπομπος· Κάρανος Φείδωνος τοῦ Ἀριστοδαμίδατοῦ Μέροπος τοῦ Θεστίου Θεοστίου τοῦ Κισσίου Κισοῦ B. τοῦ Τημένου τοῦ Ἀριστομάχου τοῦ Κλεοδαίου Κλεοδάτου A. Κλεοδίου B. τοῦ Ὕλλου τοῦ Ἡρακλέους. Ἔνιοι δὲ ἄλλως͵ φησὶ͵ γενεαλογοῦσι͵ φάσκοντες εἶναι Κάρανον Ποίαντος τοῦ Κροίσου τοῦ Κλεοδαίου τοῦ Εὐρυβιάδα τοῦ Δεβάλλου Δαιβάλλου τοῦ Λαχάρους τοῦ Τημένου͵ ὃςκαὶ κατῆλθεν εἰς Πελοπόννησον. Οὗτος ὁ Κάρανος λ ἔτη ἐβασίλευσε·
(Προφύριος, Χρονικά Syncell. σ. 261, D)